Ancient Greek · ~7 min
2.14 to 2.27
Septuaginta, Deuteronomium 2.14-27
Not analysed yet
καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδὴς Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζάρετ τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς βολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός· καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ᾿ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὖ διέπεσαν. Καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, καὶ ἐλάλησεν κύριος πρὸς μὲ λέγων Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηείρ, καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον, οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ. γῆ Ραφαεὶν λογισθήσεται, καὶ γὰρ ἐπ’ αὐτῆς κατῴκουν οἱ Ῥαφαεὶν τὸ πρότερον, καὶ οἱ Ἀμμανεῖται ὀνομάζουσιν αὐτοὺς Ζοχομείν, ἔθνος μέγα κα πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἠσαὺ τοῖς κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἁσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν, αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν. νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνῶν· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον. ἐν τῆ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνες ἕξουσιν ἀπὸ προσώπου σου. Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἑσεβὼν λόγοις εἰρηνικοῖς λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά.