Ancient Greek · ~6 min
2.28 to 2.37
Septuaginta, Deuteronomium 2.28-37
Not analysed yet
βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν, καθὼς ἐποίησάν μοι οἱ υἱοὶ ’Hσαὺ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβεῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ, ἕως παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν ἢν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἑσεβὼν παρελθεῖν ἡμᾶς δι’ αὐτοῦ, ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῆ ἡμέρᾳ ταύτῃ. καὶ εἶπεν Κύριος πρὸς μέ Ἴδου ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ἰάσσα. καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ κα πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρείαν. πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν, ἐξ Ἀροὴρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. πλὴν ἐγγὺς υἱῶν Ἀμμὼν οὐ προσήλθομεν, πάντα τὰ συνκυροῦντα χειμάρρου Ἰαβὸκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν.