Ancient Greek · ~7 min
Chapter 32, lines 32.38-32.49
Septuaginta, Deuteronomium 32.38-49
Not analysed yet
ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε
καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν.
ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν,
καὶ γενηθήτωσαν ὑμίν σκεπασταί.
ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι,
καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ·
ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω·
καὶ οὐκ ἐστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου
ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου,
καὶ ὀμοῦμαι τὴν δεξιάν μου
καὶ ἐρῶ Σῶ ἐγὼ εἰς τὸν αἰῶνα·
ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου,
καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου,
καὶ ἀποδώσω δίκην τοῖς ἐχθοῖς,
καὶ τοῖς μισοῦσιν ἀνταποδώσω·
μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος
τραυματιῶν καὶ αἰχμαλωσίας,
ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν.
εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῶ, καὶ προσκυνησάτωσαν αὐτώ υἱοὶ εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἔ’ ἐχθροῖς. καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, κα ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
Καὶ ἔγραψεν Μωσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὧτα τοῦ λαοῦ, αὐτὸς καὶ ησοῦς ὁ τοῦ Ναυή.
καὶ ἐξετέλεσεν Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ·
καὶ εἶπεν πρὸς αὐτούς προσέχετε τῆ καρδίᾳ ἔπι πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντε- λεῖσθε τοῖς υἱοῖς ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου·
ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύτσετε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων
Ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρείν, τοῦτο ὄρος Ναβαὺ ὅ ἐστιν ἐν γῇ Χανάαν κατὰ πρόσωπον Ἰερειχώ, καὶ ἴδε τὴν γῆν Χανάαν ἢν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραήλ·