Ancient Greek · ~2 min
32.50 to 32.52
Septuaginta, Deuteronomium 32.50-52
Not analysed yet
καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου, ὅν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὥρ τῷ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. ὅτι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος Ἀντιλογίας Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ. ἀπέναντι ὄψῃ τὴν γῆν, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.