Ancient Greek · ~7 min
33.1 to 33.15
Septuaginta, Deuteronomium 33.1-15
Not analysed yet
Καὶ αὕτη ἡ εὐλογία ἢν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ. καὶ εἶπεν κύριος ἐκ Σεινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν· καὶ κατέσπευσεν ἐξ ὄρους Φαρᾶν σὺν μυριάσιν ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ. καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου. καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ, νόμον ὅν ἐνετείλατο ὑμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ, καὶ ἔσται ἐν τῷ ἀγαπημένῳ ἄρχον, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ. Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. Καὶ αῦτη Ἰούδα· Εἰδάκουσον, κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ. Καὶ τῶ Λευεὶ Δότε Λευεὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὅν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ’λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, κοὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λήιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διά παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ αναστητωσαν. καὶ τῷ Βενιαμεὶν εἶπεν Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ θεὸς σκιάζει ἐπ’ αὐτῶ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ Καὶ τῷ Ἰωσὴφ εἶπεν Ἐπ᾿ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ’ ὥραν γενημάτων ἡλίου καὶ ἀπὸ συνόδων μηνῶν, ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων,