Ancient Greek · ~7 min
29.14 to 29.24
Septuaginta, Paralipomenon II 29.14-24
Not analysed yet
καὶ τῶν υἱῶν ὧν Ἀἱμὰν Ἰειὴλ καὶ Σεμεεί, καὶ τῶν υἱῶν Ἐδειθὼμ Σαμαίας καὶ Οζειήλ· καὶ συνήγαγεν τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου. καὶ εἰσῆλθον οἱ ἱερεῖς ἕως εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἵκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευεῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρὼν ἔξω. καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ τρίτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου, καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτώ, καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ συνετέλεσαν τοῦ μηνὸς τοῦ πρώτου. καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν Ἡγνίσαμεν πάντα τὰ ἐν οἵκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ, καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς, καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν Ἄχας ὁ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν· ἰδού ἐστιν ἐναντίου τοῦ θυσία- στηρίου Κυρίου. Καὶ ὥρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰς οἶκον Κυρίου. καὶ ἀνήνεγκεν μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραήλ· καὶ εἶπεν τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀυαβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου. καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἶμα καὶ προσέχεον ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεον τὸ αἵμα ἐπὶ τὸ θυσιαστήριον. καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπʼ αὐτούς. καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς, καὶ ἐξιλάσαντο τὸ αἶμα αὐτῶν πρὸς τὸ θυσιαστήριον, καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ· ὅτι Ιερὶ παντὸς Ἰσραήλ, εἶπεν ὁ βασιλεύς, ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.