Ancient Greek
Chapter 12, lines 12.19-12.27
Septuaginta, Sapientia Salomonis 12.19-27
Not analysed yet
ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων,
ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθραωπον·
καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου,
ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν.
εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ
μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ δεήσεως,
δοὺς χρόνους καὶ τόπον δι᾿ ὧν ἀπαλλαγῶσι τῆς κακίας,
μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου,
ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν
ὑποσχέσεων;
ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι
μάστγοῖς,
ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες,
κρινόμενοι δὲ προσδοκπῶμεν ἔλεος.
ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκους
διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων.
καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν,
θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν ἐχθρῶν ἄτιμα,
νηπίων δίκην ἀφρόνων ψευσθέντες.
διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις
τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας·
οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες
ἀξίαν θεοῦ κρίσιν πειράσουσιν.
ἐφ᾿ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν,
ἐπὶ τούτοις οὓς ἐδόκουν θεούς, ἐν αὐτοῖς κολαζόμενοι,
ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι θεὸν ἐπέγνωσα ἀληθῆ·
διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπʼ αὐτοὺς ἐπῆλθεν.