Ancient Greek · ~7 min
Chapter 13, lines 13.1-13.16
Septuaginta, Sapientia Salomonis 13.1-16
Not analysed yet
Μάταιοι μέν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν θεοῦ
ἀγνωσία,
καὶ ἐκ τῶν ὁραωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα,
οὔτε τοῖς ἔργοις προσχόντες ἐπέγνωσαν τὸν τεχνίτην·
ἀλλ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα
ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ
ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν.
ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι θεοὺς ὑπελάμβανον,
γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων·
ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά.
εἰ δὲ δυνάμει καὶ ἐνεργείᾳ ἐκπλαγέντες,
νοησάτωσαν ἀπʼ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνα-
τώτερός ἐστιν·
ἐκ γὰρ μεγέθους καλλονῆς καὶ κτισμάτων
ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.
ἀλλʼ ὅμως ἐπὶ τούτοις ἐστὶν μέμψις ὀλίγη,
καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται
θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν·
ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διεραυνῶσιν,
καὶ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα.
πάλιν δʼ οὐδʼ αὐτοὶ συνγνωστοί·
εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι
ἴνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα,
τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον;
Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν,
οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπωον,
χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελέτημα,
καὶ ἀπεικάσματα ζῴων,
ἢ λίθον ἄχρηστον. χειρὸς ἔργον ἀρχαίας.
εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας
περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ,
καὶ τεχνησάμενος εὐπρεπῶς
κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς,
τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας
ἐνεπλήσθη·
τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον,
ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός,
λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ,
καὶ ἐμπειρίᾳ ἀνέσεως ἐτύπωσεν αὐτό,
ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου,
ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτό,
καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ,
καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας,
καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα,
ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ.
ἵνα μέν οὗν μὴ καταπέσῃ προενόησεν αὐτοῦ,
εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι,
καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας.