Ancient Greek · ~1 min
Chapter 13, lines 13.17-13.19
Septuaginta, Sapientia Salomonis 13.17-19
Not analysed yet
περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος
οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν·
καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλεῖται,
περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ,
περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει,
περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον,
περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας
τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.