Ancient Greek · ~6 min
Ἐκ τοῦ Σαραπίωνος Ἀλεξανδρέως παρονομασίαι σχηματισμῶν τῶν ἀστέρων. [Σεραπίωνος ὀνομασίαι].
Serapion, Fragmenta 226
Not analysed yet
Βοηθοὶ δὲ λέγονται ἀστέρες οἱ συλλαμβανόμενοι ἢ ἐπιμαρτυροῦντες ἢ μεσεμβολοῦντες. Συνεργοί εἰσιν οἱ συνοδεύοντες, ὑπουργοὶ δὲ οἱ συμβάλλοντες. Συμπαθεῖς εἰσιν ὁι κατʼ ἴσον ἀπέχοντες κατʼ ἐπιθεώρησιν ἀλλήλων σύμφωνοι· ἀσυμπαθεῖς δὲ οἱ κατὰ μηδένα τρόπον ἐπιθεωροῦντες ἀλλήλους, ὅπερ γίνεται ἐκ τῆς τῶν ἀσυνδέτων ζῳδίων ἀποστροφίας· ἐστὶν δὲ [τὰ] ἀσύνδετα τὰ παρ’ ἑκάτερα καὶ τὰ διὰ Ϛʹ καὶ η′ ζῳδίων ἀριθμούμενα. Προστάσσειν λέγεται, ὅταν ἐν ἰδίῳ οἴκῳ ἄστηρ ὑπὲρ γῆς ἐπίκεντρος τύχῃ καὶ τὰ δύο φώτα ἐπιθεωρῇ χρηματίζων· διὸ λέγεται προστάσσων ὅταν καὶ ἐν ἰδίῳ οἴκῳ ἐπίκεντρος τύχῃ καὶ συσχηματίζηται τῇ Σελήνη· ἐάν τις τύχῃ τῶν ε′ ἀστέρων ἐπίκεντρος. μὴ 〈ἐπι〉μαρτυρῶν τῇ Σελήνῃ, χρηματίζει· ἐὰν δὲ καὶ ἐπιμαρτυρεῖ τῇ Σελήνῃ τρίγωνος ἢ τετράγωνος; ἢ διάμετρος. προστάσσει· ἐὰν δὲ ὡροσκοπῇ Ἥλιος, προστάσσει· ἐὰν δὲ καὶ ἡ Σελήνη αὐτῷ τύχῃ τρίγωνος, καὶ προστάσσει καὶ χρηματίζει ὁ Ἥλιος. Ἰσχύοντες λέγονται ἀστέρες οἱ ἐπὶ τῶν ἐπικαίρων τῆς γενέσεως τόπων τυχόντες, τουτέστι ἐπίκεντροι, καὶ οἱ ἐπὶ φάσεως καὶ οἱ ἐπίκληροι καὶ οἱ ἐν ταῖς συνόδοις ἀκριβῶς ὄντες. Κακοῦται ἀστὴρ ὅταν μὴ εἰς ἁρμόζοντα τύχῃ παρὼν ἢ περιέχηται ὑπὸ κακοποιῶν ἢ κατ’ ἐναντίον ἢ ἐπιδέκατον. ὅτι ἀγαθοποιὰ ζῷδια εἰσὶν ὁ ὡροσκόπος, τὸ μεσουράνημα, ια′, ε′, θεός, θεά· κακοποιὰ δὲ β′, δ′, Ϛ′, ζ′, 〈η′〉, ιβ ′. Προσνεύων λέγεται ὁ ἀκολουθῶν τῷ προερχομένῳ. Ὁμοροοῦν λέγεται ζῴδιον τῇ Σελήνῃ τὸ ἐπαναφερόμενον ἐφ’ ὃ φέρεται· τὸ γὰρ αὐτὸ καὶ παράκολλον καλεῖται. ἀποσαλεῦον δὲ τὸ μηδὲ ὁροούμενον ὑπὸ τῆς Σελήνης ζῴδιον. Τὴν κατὰ κράτος καθυπερτέρησιν λέγουσιν ὅταν ἐπὶ τοῦ 〈ἐνναίου〉 ζῳδίου γένηται ἀστήρ· ὅταν δὲ μηδεὶς παρῇ ἐπὶ τοῦ ἐννάτου, ἰσχύει· γίνονται δὲ καθυπερτερήσεις καὶ μοιρικαὶ τὸν τρόπον τοῦτον·