Ancient Greek · ~6 min
Ἐκ τοῦ Σαραπίωνος Ἀλεξανδρέως παρονομασίαι σχηματισμῶν τῶν ἀστέρων. [Σεραπίωνος ὀνομασίαι].
Serapion, Fragmenta 227
Not analysed yet
ὅταν δύο ἀστέρες ἐν τῷ αὐτῷ ζῳδίῳ τύχωσιν καὶ ὁ μὲν ἐλάσσονας μοίρας ἐπέχων τὸν τὰς πλείονας μοίρας ἔχοντα καθυπερτερεῖ. οἷον ἔστω τὸν τοῦ Ἑρμοῦ ἀστέρα εἶναι Κριῷ περὶ μοῖραν ιʹ, τὸν δὲ τοῦ Κρόνου ἐν τῷ αὐτῷ ζῳδίῳ περὶ μοῖραν κε′· δῆλον ὅτι ὁ τοῦ Ἑρμοῦ τὸν τοῦ Κρόνου μοιρικῶς καθυπερτερεῖ. Ἐν ἰδίαις λαμπήναις λέγονται οἱ ἀστέρες ὅταν ἐπὶ τῶν ἰδίων ὑψωμάτων τύχωσι. Δορυφόροι ἀστέρες λέγονται ἑῷοι μὲν 〈οἱ〉 προαναφερόμενοι Ἡλιῳ, ἑσπέριοι δὲ οἱ προανατέλλοντες μὲν Ἡλίῳ, τῇ δὲ Σελήνῃ ἐπαναφερόμενοι. Αἱ πρὸ Ἡλίου ιε′ 〈μοῖραι〉 εὐσεβῶν λέγονται ὡς ἀπολελυμέναι ἤδη τῶν τοῦ Ἡλίου αὐγῶν· αἱ δὲ μεθ’ Ἡλίου μοῖραι ιε′ ἀσεβῶν, ὅτι οἱ ἐκεῖ εὑρισκόμενοι ἀστέρες ἀδρανέστεροί εἰσιν ὑποπεπτωκότες ταῖς τοῦ Ἡλίου αὐγαῖς. Σελήνης ἑσπερία ἀνατολὴ λέγεται, ὅταν ἀπὸ συνόδου φέρηται μέχρι πανσελήνου ἑῴα δὲ ἀνατολὴ ἀπὸ πανσελήνου μέχρι συνόδου. Ἀρχέτυπος λέγεται ὁ καλούμενος κλῆρος τύχης, τὰ δὲ τούτου τετράγωνα ὑπόστασις. Κραταιοὶ ἀστέρες λέγονται Κρόνος, Ζεύς, Ἄρης. ζῴδιον κραταιὸν καλεῖται ἑκάστης γενέσεως τὸ δέκατον καὶ ἔννατον ἀπὸ Σελήνης, τουτέστι τὸ δεξιὸν τετράγωνον καὶ τρίγωνον. Τὸ πρῶτον τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον λέγεται τὰ εὐώνυμα †ἑξῆς ἡ Σελήνη πρῶτον συνάπτει τινὶ τῶν ἀστέρων. Ἐπιδέκατον λέγεται τὸ δεξιὸν τετράγωνον. Φωσφορίαι λέγονται ἐπὰν ἀποσπάσῃ ἡ Σελήνη τοῦ Ἡλίου μοίρας ιε′ καὶ ἀνατείλῃ. Τῶν μὲν ἐπαναφορῶν ὁ δεύτερος τόπος, τῶν δ’ ἀποκλιμάτων ὁ Ϛ′ ϛἀμείνους διὰ τὸ τρίγωνον εἶναι τὸ μεσουράνημα. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀστέρων φωσφορίαι λέγονται. Ὅταν ὁ Ζεὺς καὶ ὁ Κρόνος συνοδεύωσιν ἐπὶ τοῦ Ὑδροχόου, ἔσται τις †σαρηκ(ὴ) ἐπισημασία ὀχληρὰ κατὰ τὰ βόρεια κλίματα τὰ συνεγγίζοντα τῇ καθ’ ἡμᾶς θαλάσσῃ.