Ancient Greek · ~9 min
Ἐκ τοῦ Σαραπίωνος Ἀλεξανδρέως παρονομασίαι σχηματισμῶν τῶν ἀστέρων. [Σεραπίωνος ὀνομασίαι].
Serapion, Fragmenta 232
Not analysed yet
Ὅτι οἱ ἀστέρες ἐναντιούμενοι τοῖς ἰδίοις οἴκοις κακύνονται. Ὅτι ἐν ταῖς τῶν χρόνων διαιρέσεσιν, ἡνίκα ποιοῦμεν τοὺς τῶν ἀστέρων περιπάτους. δεῖ γινώσκειν ὅτι αἱ κολλήσεις τῶν πλανωμένων καὶ ὡροσκοπούντων καὶ μεσουρανούντων καὶ τῶν κλήρων αἱ πρὸς αὐτοὺς γινόμεναι κατὰ τὰς κράσεις αὐτῶν μεσουρανήματος ἔχουσι τὰς ἐνε γείας, μάλιστα εἰ καὶ τὸν αὐτὸν ἄνεμον τρέχουσι ἄμφω. Ὅτι πρὸ πάντων δεῖ ζητεῖν τὸν ἐνιαυτοκράτορα καὶ τὴν κρᾶσιν αὐτοῦ καὶ τοὺς ἐπιθεωροῦντας αὐτὸν καὶ τὴν θέσιν αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως. Ὅτι δεῖ καὶ τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ ἀκριβῶς στῆσαι ἐν τῇ ἀντιγενέσει καὶ τοὺς θεωροῦντας αὐτόν τε καὶ τὸν κύριον αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον. Ὅτι οἱ πλανῆται ἰδιοθρονοῦντες χαίρουσι, κἂν ὕπαυγοι ὦσιν· ἐπαυξοῦσι γὰρ οἱ μὲν ἀγαθοποιοὶ τὰ ἀγαθά, οἱ δὲ κακοποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιΐαν. Ὅτι χαίρουσιν οἱ ἀστέρες, ὁ μὲν Κρόνος καὶ Ζεὺς καὶ Ἄρης ἑῷοι ὄντες καὶ συσχηματιζόμενοι, Σελήνη δὲ καὶ Ἀφροδίτη ἑπόμεναι καὶ ἑσπέριαι· ἔτι δὲ Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρης χαίρουσι συσχηματιζόμενοι ἐν τοῖς ἑῴοις τεταρτημορίοις τοῦ ζῳδιακοῦ, Σελήνη δὲ καὶ Ἀφροδίτη ἐν τοῖς ἐναλλάξ· καὶ οἱ μὲν ἡμερινοὶ δι’ ἡμέρας ὑπέργειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπόγειοι· καὶ ἔμπαλιν οἱ μὲν ἡμερινοὶ διὰ νυκτὸς ὑπόγειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπέργειοι. ὁ δὲ Ἑρμῆς διὰ τὸ κοινὸν εἶναι πρὸς τὴν αἵρεσιν εἴωθε καὶ μεταβάλλεσθαι. Ὅτι ὁ ὡροσκόπος δηλοῖ τὴν πρώτην ἡλικίαν καὶ τούτου ὁ μὲν ιβʹ τὰ πρὸ τῆς ἐκτέξεως, ὁ δὲ δεύτερος τὰ ἔσχατα τῆς πρώτης ἡλικίας, αὐτὸς δὲ ὁ ὡροσκόπος τὴν μέσην τῆς πρώτης ἡλικίας. τὸ δὲ μεσουράνημα δηλοῖ τὴν μέσην τῆς ὅλης ζωῆς ἡλικίαν· καὶ ταύτης ὁ μὲν θʹ τὰ πρῶτα τῆς μέσης, ὁ δὲ ιʹ τὰ μέσα τῆς μέσης, ὁ δὲ ιαʹ τὰ ἔσχατα τῆς μέσης. τὸ δὲ δῦνον δηλοῖ τὴν ὑστάτην ἡλικίαν τῆς ζωῆς ἀλλ’ ὁ μὲν ϛʹ τὰς ἀρχὰς τῆς ὑστάτης, ὁ δὲ ζʹ τὰ μέσα τῆς ὑστάτης, ὁ δὲ η′ τὰ ὕστατα τῆς ὑστάτης· διὸ καὶ θανατικὸς καλεῖται. τὸ δὲ ὑπόγειον αὐτὸν τὸν θάνατον καὶ τούτου ὁ μὲν γʹ τὰ πρὸ τοῦ θανάτου, ὁ δὲ τέταρτος αὐτὸν τὸν θάνατον, ὁ δὲ εʹ τὰ μετὰ θάνατον. Ὅτι οὐ δοκιμάζουσιν οἱ ἀστρολόγοι εἰς οἰκοδεσποτείας ἐπικράτησιν τόν τε ὕπαυγον καὶ τὸν ἀπεστραμμένον καὶ τὸν ἀφαιρέτην καὶ τὸν ταπεινούμενον καὶ τὸν ἐναντιούμενον καὶ ἁπλῶς τὸν κακὴν φαῦσιν ἔχοντα. Textus abrumpitur folio uno avulso.