Ancient Greek · ~8 min
Ἐκ τοῦ Σαραπίωνος Ἀλεξανδρέως παρονομασίαι σχηματισμῶν τῶν ἀστέρων. [Σεραπίωνος ὀνομασίαι].
Serapion, Fragmenta 230
Not analysed yet
Ὅτι ἐάν τις τῶν ἀστέρων τύχῃ ἐν ταῖς πρώταις τοῦ ζῳδίου τρισὶ μοίραις, τὴν δύναμιν ἔχει εἰς τὸ ὄπισθεν ζῴδιον, ὥσπερ πάλιν ἐὰν ἐν ταῖς ὑστάταις τοῦ ζῳδίου τρισὶ μοίραις τύχῃ τις τῶν ἀστέρων, εἰς τὸ ἑξῆς ζῴδιον τὴν δύναμιν ἔχει τῶν ἀποτελεσμάτων· μάλιστα δὲ τοῦτο γίνεται ἐπὶ Σελήνης καὶ Ἡλίου. ἐὰν ἐπὶ τοῦ τμήματος τῶν δύο ζῳδίων τις τύχῃ, δυνατώτερός ἐστι καὶ ἀμέτρητος περὶ τὰς ἐνεργείας. Ὅτι ὁ μὲν ὡροσκόπος καὶ οἱ ἐν τῷ ἀπηλιώτῃ καὶ οἱ ἑῷοι ἀνατολικοὶ σημαίνουσι τὰ τῆς ἀκμῆς τῆς ἡλικίας. τὸ δὲ μεσουράνημα καὶ οἱ ἑῷοι ἀνατολικοὶ καὶ οἱ ἐν τῷ α′ ἑξαγώνῳ δηλοῦσι τὴν νεότητα, μέρος δ’ ἔτι καὶ τῆς ἀκμῆς διὰ τὸ κέντρον. τὸ δὲ δῦνον καὶ οἱ ἑσπέριοι ἀνατολικοὶ καὶ οἱ †ἑξάγωνοι καὶ οἱ ἐπαναφερόμενοι δηλοῦσι τὴν μεσότητα, μέρος δ’ ἔτι καὶ τῆς νεότητος διὰ τὸ κέντρον. τὸ δὲ ὑπὸ γῆν καὶ οἱ ἑσπέριοι ἀνατολικοὶ καὶ οἱ ἐπὶ τοῦ βʹ ἑξαγώνῳ 〈καὶ〉 οἱ ἐπαναφερόμενοι σημαίνουσι τὸ γῆρας, μέρος δ’ ἔτι καὶ τῆς νεότητος καὶ μεσότητος διὰ τὸ κέντρον. Οἱ δὲ ὕπαυγοι αὐτοὶ μὲν ἀσθενεῖς· ὁ δὲ Ἥλιος τὴν αὐτῶν δύναμιν ἀναλαβὼν τὰς ἐνεργείας αὐτῶν ἐν οἰκείοις χρόνοις ἀποδίδωσι ἤτοι ἀγαθὰς Διὶ Ἀφροδίτῃ ἢ κακὰς Ἄρει Κρόνῳ, ἐάνπερ ἐν χρηματιστικοῖς ὦσιν ζῳδίοις· εἰ δὲ συνοδικοί, δυναμοῦνταί πως διὰ τὴν τοῦ φωτὸς τοῦ Ἡλίου μετουσίαν, τὰς δὲ ἐνεργείας ἐν τοῖς ὑστέροις χρόνοις ἀποδιδόασιν, ἐὰν ὦσιν ἐν χρηματιστικοῖς. μάλιστα δὲ ὁ Ἑρμῆς χαίρει συνοδικὸς ὧν καὶ ἐνεργὴς γίνεται· οἱ δ’ ἀκρόνυχοι δυνατώτεροί εἰσιν μάλιστα νυκτὸς διὰ τὸ ὑπὲρ γῆν εἶναι. Ἀμφόριστοι ἀστέρες εἰσὶν ὅσοι τῷ μὲν Ἡλίῳ εἰσὶν ἑῷοι, τῷ δὲ ὡροσκόπῳ ἑσπέριοι. Ὅτι χαίρουσιν οἱ ἀστέρες ἐν ἀγαθοποιῶν καὶ συναιρεσιωτῶν τόποις, ὥσπερ καὶ ἰδιοτοποῦντες· τότε γὰρ καὶ οἱ φθοροποιοὶ ἀγαθύνονται. Ὅτι οἱ ἡμερινοὶ ἀστέρες χαίρουσιν ἐν ἀρσενικοῖς ζῳδίοις καὶ ἑῷοι τῷ Ἡλίῳ· οἱ δὲ τῆς νυκτερινῆς αἱρέσεως ἐν θηλυκοῖς καὶ ἑσπέριοι τῇ Σεληνῃ. Ὅτι οἱ ἀγαθοποιοὶ ἐν κακοποιοῖς τόποις καὶ παρ’ αἵρεσιν κακύνονται. Ὅτι ἐπὶ ἀρσενικῶν γενέσεων ἐν ἀρσενικῷ ζῳδίῳ οἱ ἀστέρες ὄντες χαίρουσιν, ἐπὶ δὲ θηλυκῶν ἐν θηλυκοῖς.