Ancient Greek
109.1
Serenus, De Sectione Cylindri 109.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΥΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. ΑΑ πλευρὰν ἢ ΓΔ· ἐλάχιστη ἄρα ἐστὶν ἢ ΓΔ πασῶν τῶν ταῖς ΑΔ, ΓΒ παραλλήλοις ἐμπίπτονσῶν. εἰλήφθωσαν ἐφ’ ἑκάτερα τοῦ Δ ἴσαι εὐθεῖαι αἱ ΕΔ, ΔΖ, καὶ ἐπεξεύχθωσαν αἱ ΕΓ, ΓΖ· ἴση ἄρα ἢ ΕΓ τῇ ΖΓ. ἐὰν 5 οὖν κατὰ τὸν παραδεδομένον τρόπον ἀγάγωμεν διὰ τῶν ΓΕ, ΓΖ ἐπίπεδα, τεμεῖ τὸν κύλινδρον. τεμνέτω καὶ ποιείτω τὰς ΕΗΓ, ΖΘΓ ἑλλείψεις. λέγω δή, ὅτι ὁμοίαι εἰσιν.