Ancient Greek
109.3
Serenus, De Sectione Cylindri 109.3
Unproofread scanNot analysed yet
ἐπεὶ γάρ, ὡς τὸ ἀπὸ τῆς ΕΓ πρὸς τὸ ἀπὸ τῆς 10 ΓΑ, οὕτως τὸ ἀπὸ τῆς ΖΓ πρὸς τὸ ἀπὸ τῆς ΓΑ, ἀλλὰ τὸ μὲν ἀπὸ τῆς ΕΓ πρὸς τὸ ἀπὸ τῆς ΓΑ ἐστὶ τὸ ἀπὸ τῆς ΕΓ διαμέτρου τῆς τομῆς πρὸς τὸ ἀπὸ τῆς ἑαυτῇ συζυγοῦς διαμέτρου, τὸ δὲ ἀπὸ τῆς ΖΓ πρὸς τὸ ἀπὸ τῆς ΓΑ ἐστὶ τὸ ἀπὸ τῆς ΖΓ διαμέτρου τῆς τομῆς 15 πρὸς τὸ ἀπὸ τῆς συζυγοῦς ἑαυτῇ διαμέτρου, καὶ ὡς ἄρα ἢ ΕΓ διάμετρος πρὸς τὴν ἑαυτῇ συζυγῇ διάμετρον, οὕτω καὶ ἢ ΖΓ διάμετρος πρὸς τὴν ἑαυτῇ συζυγῇ διάμετρον. ἀλλὰ καὶ πρὸς ἴσας γωνίας τέμνονται ἐν ἑκάτερα αἱ διάμετροι, ὡς ἐδείχθη πολλάκις· 20 ὁμοίαι ἄρα ἀλλήλαις εἰσιν αἱ ΕΗΓ, ΖΘΓ ἑλλείψεις.