Ancient Greek
121.3
Serenus, De Sectione Cylindri 121.3
Unproofread scanNot analysed yet
Περὶ μὲν οὖν τοῦ προτεθέντος ἡμῖν προβλήματος ἀπὸ πλειόνων ἀρκεῖτω καὶ τὰ εἰρημένα, ὧρα δ’ ἂν εἴη μετελθεῖν, ἐφ’ ὅπερ ἀρτίως ἐπηγγειλάμην· ἀφορμὴ δέ μοι τῆς μελλούσης σκέψεως οὐχ ἄκαιρος, ἔστι δὲ ἥδε. Πειδῶν δ γεωμέτρης ἐν συγγράμματι ἑαυτοῦ τὰς παραλλήλους ἐξηγούμενος, οἷς μὲν Εὐκλείδης εἶπεν, οὐκ ἡρκέσθη, σοφώτερον δὲ δι’ ὑποδείγματος αὐτὰς ἐσαφήνισε· φησὶ γὰρ τὰς παραλλήλους εὐθείας εἶναι τοιούτων, οἷας ἐν τοῖς τοίχοις ἢ τῷ ἑδάφει τὰς τῶν κιόνων σκιάς ὁρῶμεν ἀποτελουμένας ἤτοι λαμπάδος τινὸς ἀπ’ ἀντικρὺ καίουμένης ἢ λύχνου. τούτων δὲ εἰ καὶ πᾶσι πλεῖστον παρέχει καταγέλω, ἀλλὰ ἡμῖν οὐ καταγέλαστον αἰδοῖ τοῦ γεγραφότος· φίλος γὰρ ἄνθρω. ἀλλὰ σκεπτέον, ὅπως τὸ τοιούτον ἔχει μαθηματικῶς· οἰκεία δὲ ἡ σκέψις τοῖς ἐνταῦθα προτεθεωρημένοις· δι’ αὐτῶν γὰρ ἀποδειχθήσεται τὸ προκείμενον.