Ancient Greek
123.1 to 123.4
Serenus, De Sectione Cylindri 123.1-4
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. κθ'. Αἱ ἀπὸ τοῦ αὐτοῦ σημείου κυλινδρικῆς ἐπιφανείας ἐφαπτόμεναι εὐθεῖαι κατ' ἀμφοτέρα τὰ μέρη πᾶσαι καθ' ἕνὸς παραλληλογράμμου πλευρῶν τὰς ἐπαφὰς ποιοῦνται. ἔστω κύλινδρος, οὗ βάσεις μὲν οἱ Α, Β κύκλοι, ἄξων δὲ ἡ ΑΒ εὐθεῖα, καὶ εἰληφθῶ τι σημεῖον ἔκτὸς τὸ Γ, καὶ ἀπὸ τοῦ Γ ἡχθῶσαν αἱ ΓΔ, ΓΕ εὐθεῖαι ἐφαπτόμεναι τῆς τοῦ κυλίνδρου ἐπιφανείας ἐπὶ τὰ αὐτὰ μέρη κατὰ τὰ Δ, Ε σημεῖα. λέγω, ὅτι τὰ Ε, Δ τῶν ἐπαφῶν σημεῖα ἐπὶ μιᾶς εὐθείας ἐστί.