Ancient Greek
155.3
Serenus, De Sectione Cylindri 155.3
Unproofread scanNot analysed yet
ἔχθωσαν ἐπὶ τὰς ΖΔ, ΓΔ κάθετοι αἱ ΑΒ, ΑΗ, ἐπὶ δὲ τὴν ΑΔ ἢ ΒΘ. ἐπεὶ οὖν ἢ ΓΔ τῆς ΖΔ μειζὼν ἐστίν, καὶ ἡ ἡμίσεια ἄρα ἢ ΒΔ τῆς ΔΗ μειζών· τὸ ἀπὸ ΒΔ ἄρα τοῦ ἀπὸ ΔΗ μειζὸν ἐστι. λοιπὸν ἄρα τὸ ἀπὸ ΒΑ λοιποῦ τοῦ ἀπὸ ΑΗ ἐλάττον ἐστι· τὸ ἄρα ἀπὸ ΑΒ πρὸς τὸ ἀπὸ ΒΔ ἐλάττονα λόγον ἔχει ἢπερ τὸ ἀπὸ ΑΗ πρὸς τὸ ἀπὸ ΗΔ. ἀλλ’ ὡς τὸ ἀπὸ ΑΒ πρὸς τὸ ἀπὸ ΒΔ, οὕτως ἢ ΑΘ πρὸς ΘΔ· καὶ ἢ ΑΘ ἄρα πρὸς ΘΔ ἐλάττονα λόγον ἔχει ἢπερ τὸ ἀπὸ ΑΗ πρὸς τὸ ἀπὸ ΗΔ. γενέσθω, ὡς τὸ ἀπὸ ΑΗ πρὸς τὸ ἀπὸ ΗΔ, οὕτως ἢ ΑΚ πρὸς ΚΔ, καὶ ἐπεζεύχθω ἢ ΗΚ· κάθετος ἄρα ἐστὶ καὶ ἢ ΗΚ ἐπὶ τὴν ΑΔ, ὡς δεῖξθήσεται.