Ancient Greek
155.4
Serenus, De Sectione Cylindri 155.4
Unproofread scanNot analysed yet
καὶ ἐπεὶ ὑπόκειται ἢ ΑΒ τῆς ΒΔ οὐχ ἐλάττων, ἤτοι μειζὼν ἐστὶν ἢ ΑΒ τῆς ΒΔ ἢ ἴση. ἔστω πρότερον μειζών· μειζὼν ἄρα καὶ ἢ ΑΘ τῆς ΘΔ. τετμησθῶ ἢ ΑΔ δίχα κατὰ τὸ Λ. ἐπεὶ οὖν τὸ μὲν ὑπὸ ΑΘ, ΘΔ τοῦ ἀπὸ ΑΛ ἐλαττόν ἐστι τῷ ἀπὸ ΛΘ, τὸ δὲ ὑπὸ ΑΚ, ΚΔ τοῦ ἀπὸ ΑΛ ἐλαττόν ἐστι τῷ ἀπὸ ΛΚ, καὶ ἐστὶ μειζὸν τὸ ἀπὸ ΛΚ τοῦ ἀπὸ ΛΘ, μειζὸν ἄρα τὸ ὑπὸ ΑΘ, ΘΔ, τουνετέστι τὸ ἀπὸ ΒΘ, τοῦ ὑπὸ ΑΚ, ΚΔ, τουνετέστι τοῦ ἀπὸ ΗΚ· ἢ ΘΒ ἄρα μειζὼν τῆς ΗΚ. καὶ εἰσὶν αἱ ΒΘ, ΗΚ ὕψη τῶν ΑΒΔ, ΑΗΔ τριγώνων· μειζὸν ἄρα τὸ ΑΒΔ τοῦ ΑΗΔ· ὥστε καὶ τὰ διπλάσια·