Ancient Greek
191.1
Serenus, De Sectione Cylindri 191.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. λόγον ἔχειν ἧπερ τὴν BA πρὸς AΓ. λέγω, ὅτι τὸ AEZ τρίγωνον ἔλαττόν ἐστι τοῦ ABΓ. ἐπεὶ γὰρ αἱ BΓ, EZ ἴσαι τέ εἰσι καὶ εἰς ἴσα διήχθηται, ἐστι δὲ καὶ ἡ AH τῇ AΘ ἴση, καὶ τὰ ἀπ’ αὐτῶν ἄρα ἴσα ἐστίν· τὰ ἄρα ἀπὸ BH, HΓ μετὰ τοῦ δις ἀπὸ AH τοῖς ἀπὸ EΘ, ΘZ μετὰ τοῦ δις ἀπὸ ΘA ἴσα ἐστίν. ἀλλὰ τοῖς μὲν ἀπὸ BH, HΓ μετὰ τοῦ δις ἀπὸ AH ἴσα ἐστὶ τὰ ἀπὸ BA, AΓ· τοῦτο γὰρ ἐδείχθη· τοῖς δὲ ἀπὸ EΘ, ΘZ μετὰ τοῦ δις ἀπὸ ΘA ἴσα ἐστὶ τὰ ἀπὸ EA, AZ· καὶ συναμφότερον ἄρα τὸ ἀπὸ BA, AΓ συναμφότερω τῷ ἀπὸ EA, AZ ἴσον ἐστίν. καὶ ἐπεὶ ἡ EA πρὸς AZ μειζόνα λόγον ἔχει ἧπερ ἡ BA πρὸς AΓ, καὶ τὸ ἄρα ἀπὸ τῆς EA πρὸς τὸ ἀπὸ τῆς AZ μειζόνα λόγον ἔχει ἧπερ τὸ ἀπὸ BA πρὸς τὸ ἀπὸ AΓ. ἐπεὶ οὖν δύο ἴσων μεγεθῶν τοῦ τε ἀπὸ συναμφότερον τῆς BA, AΓ καὶ τοῦ ἀπὸ συναμφότερον τῆς EA, AZ τὸ μειζὸν τμῆμα πρὸς τὸ ἔλαττον, τουνἐστὶ τὸ ἀπὸ EA πρὸς τὸ ἀπὸ AZ, μειζόνα λόγον ἔχει ἧπερ τὸ τοῦ λοιποῦ τμῆμα πρὸς τὸ λοιπὸν τμῆμα, τουντέστι τὸ ἀπὸ BA πρὸς τὸ ἀπὸ AΓ, τὸ μὲν ἄρα ἀπὸ EA μέγιστον ὄν μειζόν ἐστιν ἑκατέρου τῶν ἀπὸ BA, AΓ, τὸ δὲ ἀπὸ AZ ἐλάχιστον ὄν ἔλαττόν ἐστιν ἑκατέρου τῶν ἀπὸ BA, AΓ διὰ τοῦ πρὸ τούτου θεωρήματος· καὶ ἡ μὲν EA ἄρα ἑκατέρας τῶν BA, AΓ μειζὼν ἐστίν, ἡ δὲ AZ ἑκατέρας τῶν BA, AΓ ἐλάττων. ὁ ἄρα κέντρῳ μὲν τῷ B, διαστήματι δὲ τῷ ἴσῳ τῇ EA γραφόμενος κύκλος ὑπερπεσεῖται τὴν BA· γεγράφθω δ KA· καὶ ὁ κέντρῳ μὲν τῷ Γ, διαστήματι δὲ τῷ ἴσῳ τῇ AZ γραφόμενος κύκλος τεμεῖ τὴν AΓ· γεγράφθω