Ancient Greek
192.1
Serenus, De Sectione Cylindri 192.1
Unproofread scanNot analysed yet
τὸ ἀπὸ τῆς πρὸς τὸ ἀπὸ τῆς καὶ τό ἄ ἀπὸ ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. δ MN. τέμνουσι δὴ ἀλλήλους οἱ KA, MN κύκλοι, ὡς δεῖξθήσεται. τεμνέτωσαν ἀλλήλους κατὰ τὸ Ξ, καὶ ἐπεζεύχθωσαν αἱ ΞA, ΞB, ΞH, ΞΓ· ἡ μὲν ἄρα BΞ τῇ EA ἴση, ἡ δὲ ΞΓ τῇ AZ. ἦν δὲ καὶ ἡ BG τῇ EZ ἴση· καὶ ὅλον ἄρα τὸ BΞΓ τρίγωνον τῷ EAZ ἴσον ἐστίν. ὥστε ἴση καὶ ἡ ΞH τῇ AΘ, τούτεστι τῇ AH· ὀξεῖα ἄρα ἡ ὑπὸ ΞAH γωνία. καὶ ἐπεὶ ἡ BA τῆς AG οὐκ ἐστὶν ἐλάττων, καὶ ἡ ὑπὸ AHB ἄρα γωνία τῆς ὑπὸ AHG οὐκ ἐστὶν ἐλάττων· ἡ ἄρα ὑπὸ AHG οὐ μείζων ἐστὶν ὀρθῆς. ἡ δὲ ὑπὸ HAΞ ἐλάττων ἐστὶν ὀρθῆς· αἱ ἄρα ὑπὸ ΓHA, ΞAH δύο ὀρθῶν ἐλάττονές εἰσιν· οὐκ ἄρα ἡ AΞ τῇ HG παράλληλός ἐστιν. ἔχθω δὴ διὰ τοῦ A τῇ BG παράλληλος ἡ AP, καὶ ἐκβεβλήσθω ἡ BΞΠ, καὶ ἐπεζεύχθω ἡ ΓΠ· τὸ ἄρα ABΓ ἴσον ἐστὶ τῷ BΠΓ τριγώνῳ. τὸ ἄρα BAΓ μείζον ἐστὶ τοῦ BΞΓ, τούτεστι τοῦ EAZ· ὅπερ ἔδει δεῖξαι.