Ancient Greek
201.4
Serenus, De Sectione Cylindri 201.4
Unproofread scanNot analysed yet
ἔστω γὰρ διὰ τοῦ ἄξονος ἡγμένον ἄλλο τρίγωνον τὸ AHΘ. καὶ ἐπεὶ σκαληνὸς ὁ κώνος, κεκλισθῶ ὁ AB ἄξων ἐπὶ τὰ τοῦ Z μέρη· μεγίστη μὲν ἄρα ἡ AE πλευρὰ πασῶν τῶν ἀπὸ τοῦ A ἐπὶ τὴν περιφέρειαν ἀγομένων εὐθειῶν, ἐλάχιστη δὲ ἡ AZ. ἡ μὲν ἄρα EA τῆς AH μειζὼν ἐστίν, ἡ δὲ ZA τῆς AΘ ἐλάττων. ἐπεὶ οὖν δύο τρίγωνα τὰ AEZ, AHΘ ἴσας ἔχει βάσεις τὰς EZ, HΘ καὶ τὴν ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν δίχοτομίαν τῆς βάσεως τὴν αὐτὴν τὴν AB, καὶ μειζόνα λόγον ἔχει ἡ AE πρὸς AZ ἢπερ ἡ HA πρὸς AΘ, ἐλάττων ἄρα ἐστὶ τὸ AEZ τοῦ HAΘ. ὁμοίως δὲ δείκνυται, ὅτι καὶ πάντων τῶν διὰ τοῦ ἄξονος τριγώνων· ἐλάχιστον ἄρα τὸ EAZ πάντων τῶν διὰ τοῦ ἄξονος τριγώνων. πάλιν ἐπεὶ τῶν AHΘ, AΓΔ τριγώνων αἱ τε βάσεις ἴσαι καὶ ἡ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν δίχοτομίαν τῆς βάσεως ἡ αὐτή, καὶ ἔχει ἡ HA πρὸς AΘ μειζόνα λόγον ἢπερ ἡ ΓA πρὸς AΔ· ἴσαι γὰρ αἱ ΓA,