Ancient Greek
203.1
Serenus, De Sectione Cylindri 203.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἡ BA πρὸς ἄλλην τινά, ἔχετω δὲ πρὸς τὴν AH, ἥτις ἐνηρμοσθῶ ὑπὸ τὴν ὑπὸ AZH γωνίαν. ἡ BA ἄρα πρὸς AH ἐλάττονα λόγον ἔχει ἢπερ ἡ AB πρὸς AG· μείζων ἄρα ἡ HA τῆς AG καὶ ἡ HZ τῆς ZΓ. ἐπεὶ οὖν, ὡς τὸ ἀπὸ τῆς A πρὸς τὸ ἀπὸ τῆς E, οὕτως τὸ ἀπὸ τῆς BA πρὸς τὸ ἀπὸ τῆς AH, μείζον ἄρα τὸ ἀπὸ BA τοῦ ἀπὸ AH, τοιούστι τὰ ἀπὸ BZ, ZA τῶν ἀπὸ AZ, ZH. κοινὸν ἀφηρησθῶ τὸ ἀπὸ AZ· λοιπὸν ἄρα τὸ ἀπὸ BZ τοῦ ἀπὸ ZH μείζον, καὶ ἡ BZ τῆς ZH. ἢν δὲ καὶ ἡ ΓZ τῆς ZH ἐλάττων· ἡ ἄρα ZH τῆς μὲν ZΓ μείζων ἐστίν, τῆς δὲ ZB ἐλάττων. ἐνηρμοσθῶ τοίνυν τῷ κύκλῳ τῇ ZH ἴση ἡ ZΘ, καὶ ἐπεζεύχθω ἡ AΘ. ἐπεὶ οὖν ἡ ΘZ τῇ ZH ἴση, κοινὴ δὲ ἡ ZA καὶ πρὸς ὀρθὰς ἑκατέρα αὐτῶν, καὶ βάσις ἄρα ἡ ΘA τῇ AH ἴση. ἐπεὶ οὖν, ὡς ἡ A πρὸς E, οὕτως ἡ BA πρὸς AH, τοιούστιν ἡ BA πρὸς AΘ, ἡ δὲ A πρὸς E ἐν τῷ δοθέντι λόγῳ ἐστί, καὶ ἡ BA ἄρα πρὸς AΘ ἐν τῷ δοθέντι λόγῳ ἐστίν. ἡ AΘ ἄρα διήκται, πρὸς ἣν ἡ BA λόγον ἔχει τὸν ἐπιταχθέντα· ὅπερ ἔδει ποιῆσαι.