Ancient Greek
205.1
Serenus, De Sectione Cylindri 205.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. κς' "Ἔστω τρίγωνον δοθὲν τὸ ΑΒΓ σκαληνὸν μείζονα ἔχον τὴν ΑΒ τῆς ΑΓ, ἡ δὲ ΒΓ βάσις τετμησθῶ δίχα κατὰ τὸ Δ, καὶ διήχθω ἡ ΑΔ, καὶ ἡ μὲν ΕΔ πρὸς ὀρθὰς ἔστω τῇ ΒΓ ἴση οὖσα τῇ ΔΑ, ἡ δὲ ΑΖ κάθετος ἐπὶ τὴν ΒΓ. μείζον τοῦ ΑΒΓ ἄλλο τρίγωνον συστήσασθαι τὴν ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν διχοτομίαν τῆς βάσεως ἴσην ἐκατέρας τῶν ΔΕ, ΔΑ καὶ προσέτι λόγον ἔχον πρὸς τὸ ΑΒΓ, ὃν ἡ Θ πρὸς Η μείζω πρὸς ἐλάττονα· ἔχετω δὲ ἡ Θ πρὸς Η λόγον μὴ μείζω ἢπερ ἡ ΔΕ πρὸς ΑΖ.