Ancient Greek
230.1 to 231.4
Serenus, De Sectione Cylindri 230.1-231.4
Unproofread scanNot analysed yet
AB p. Post ἐναλλάξ add. ὡς συναμφότερος ἡ EAB πρὸς add. πολλῷ ἄρα ἡ AB ἐλάττων ἐστὶ τῆς ἐν τοῦ κέντρου p, fort. ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. λζ´ Ἐὰν ἐν κώνῳ σκαληνῷ τμηθέντι διὰ τῆς κορυφῆς ἐπιπέδοις τισὶν ἐπὶ παραλλήλων βάσεων ἰσόσκελη τρίγωνα συνστῇ, ἀφ᾽ οὗ μέρους ἀπονεύει ὁ ἄξων, τὸ διὰ τοῦ ἄξονος ἰσόσκελες τῶν συνστάντων ἰσοσκελῶν οὐχ ἔσται πάντων ἐλάχιστον. ἔστω κῶνος σκαληνός, οὗ ὁ ἄξων ὁ AB, τοῦ δὲ διὰ τοῦ ἄξονος πρὸς ὀρθὰς τῷ κύκλῳ ἐπιπέδου καὶ τοῦ κύκλου κοινὴ τομὴ ἡ ΓΒΔ διάμετρος, ἐλάττων δὲ ἔστω ἡ ὑπὸ ΑΒΔ γωνία ὀρθῆς. λέγω, ὅτι τὸ διὰ τοῦ ἄξονος ἰσόσκελες τῶν συνισταμένων ἰσοσκελῶν τὰς βάσεις ἔχοντων μεταξὺ τῶν Γ, Β σημείων οὐ πάντων ἐλάχιστόν ἐστιν.