Ancient Greek
231.5
Serenus, De Sectione Cylindri 231.5
Unproofread scanNot analysed yet
ἐπεξεύχθω γὰρ ἡ ΑΓ, καὶ ἐν τῷ ΑΒΓ τριγώνῳ πρὸς ὀρθὰς ἡχθῶ τῇ ΓΔ ἡ ΒΕ. καὶ ἐπεὶ ἡ ΓΕ μείζων ἐστὶ τῆς ΓΒ [ἐκ κέντρου], ἔστω ἡ ΕΖ ἴση τῇ ἐκ τοῦ κέντρου, καὶ παρὰ τὴν ΕΒ ἡ ΖΗ, καὶ ἐπεξεύχθω ἡ ΑΜΗ, καὶ παρὰ τὴν ΖΕ ἡ ΗΘ· παραλληλόγραμμον ἄρα τὸ ΖΘ. ἴση ἄρα ἡ ΖΕ τῇ ΗΘ· ἡ ἄρα ΗΘ τῇ ἐκ τοῦ κέντρου ἐστὶν ἴση. ἡχθῶσαν δὴ πάλιν ἐν τῷ τοῦ κύκλου ἐπιπέδῳ τῇ ΓΔ πρὸς ὀρθὰς αἱ ΚΒ, ΗΑ, καὶ ἐπεξεύχθω ἡ ΒΑ. ἐπεὶ οὖν δύο ὀρθογώνια τὰ ΘΗΒ, ΑΒΗ ἴσας ἔχει γωνίας τὰς ὀρθάς, περὶ δὲ ἄλλας τὰς πλευρὰς ἀνάλογον, καὶ τὰ λοιπὰ τῆς πρό-