Ancient Greek
233.9
Serenus, De Sectione Cylindri 233.9
Unproofread scanNot analysed yet
πρὸς ΑΗ μείζονα λόγον ἔχει ἢπερ ἡ HA πρὸς AB. ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἐπεὶ παράλληλοι μὲν αἱ ΒΓ, ΔΖ καὶ πρὸς ὀρθὰς τῇ ΒΖ, οὐκ ἐλάττων δὲ ἡ ΔΖ τῆς ΓΒ, ἡ ἄρα ὑπὸ ΑΓΒ γωνία οὐκ ἐλάττων ἐστὶν ὀρθῆς· μείζων ἄρα ἡ ΑΔ τῆς ΑΓ. καὶ ἐπεὶ τὸ ΑΒΓ ὀρθογώνιον ἐστίν, ἐν ἡμικυκλίῳ ἄρα ἐστίν, οὐ διάμετρος ἡ ΑΓ· περιγραφέν ἄρα τὸ ἡμικύκλιον τέμει τὴν ΑΔ. τεμνέτω δὴ κατὰ τὸ Ε, καὶ ἐπεζεύχθω ἡ ΕΒ· ἴση ἄρα ἡ ὑπὸ ΑΕΒ τῇ ὑπὸ ΑΓΒ. ἀλλὰ ἡ ὑπὸ ΑΕΒ μείζων τῆς ὑπὸ ΑΔΒ· καὶ ἡ ὑπὸ ΑΓΒ ἄρα μείζων ἐστὶ τῆς ὑπὸ ΑΔΒ.