Ancient Greek
235.3
Serenus, De Sectione Cylindri 235.3
Unproofread scanNot analysed yet
ληʹ Τῶν αὐτῶν ὄντων ἐὰν τοῦ ὀρθογωνίου ἡ πρὸς τῇ κορυφῇ γωνία μὴ μείζων ᾖ τῆς περιεχομένης γωνίας ὑπὸ τε τῆς τὰς κορυφὰς τῶν τριγώνων ἐπιξευγνούσης καὶ τῆς πρὸς ἀμβλείαν τῇ βάσει, ἡ τὴν ὀρθὴν ὑποτεινούσα τοῦ ὀρθογωνίου πλευρὰ πρὸς τὴν πρὸς ὀρθὰς τῇ βάσει ἐλάττονα λόγον ἔχει ἢπερ τοῦ ἀμβλυγωνίου ἡ τὴν ἀμβλείαν ὑποτεινούσα πρὸς τὴν πρὸς ἀμβλείαν τῇ βάσει. καταγεγράφθω τὰ αὐτὰ τρίγωνα, καὶ ἔστω ἡ ὑπὸ ΑΓΒ μὴ μείζων τῆς ὑπὸ ΓΔΒ. λέγω, ὅτι ἡ ΑΓ πρὸς ΓΒ ἐλάττονα λόγον ἔχει ἢπερ ἡ ΑΔ πρὸς ΔΒ. ἐπεὶ μείζων ἐστὶν ἡ μὲν ὑπὸ ΑΓΒ τῆς ὑπὸ ΑΔΒ, ὡς ἐδείχθη, ἡ δὲ ὑπὸ ΓΑΒ τῆς ὑπὸ ΔΑΒ, συννεστάτω τῇ μὲν ὑπὸ ΑΓΒ ἴση ἡ ὑπὸ ΑΔΗ, τῇ δὲ ὑπὸ ΓΑΒ ἡ ὑπὸ ΔΑΗ· ἰσογώνια ἄρα ἐστὶ τὰ ΑΓΒ, ΑΔΗ