Ancient Greek
245.8 to 247.5
Serenus, De Sectione Cylindri 245.8-247.5
Unproofread scanNot analysed yet
EBA, τούτεστιν ἡ ὑπὸ ZEB, οὐ μείζων ἐστὶν ἡμισειας· ἢ ἄρα ὑπὸ ZEB οὐ μείζων ἐστὶ τῆς ὑπὸ EAB. ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. πρὸς ὀρθὰς ἥχθω ἡ ΕΖ, τῇ δὲ ΓΔ πρὸς ὀρθὰς ἡ ΒΗ, καὶ ὑποτεινέτω τὴν ὑπὸ ΖΒΗ γωνίαν ἡ ΖΗ εὐθεῖα ἴση συσταθεῖσα τῇ ἐκ τοῦ κέντρου, καὶ ἐπεξεύχθω ἡ ΖΑ. ἐπεὶ οὖν ἡ ὑπὸ ΑΒΔ, τούτεστιν ἡ ὑπὸ ΖΒΕ, ἐλάττων ἐστὶν ὀρθῆς ἡμισείας, ὀρθὴ δὲ ἡ πρὸς τῷ Ε, ἡ ἄρα ΒΕ τῆς ΕΖ μείζων. καὶ ἐπεὶ τὸ ἀπὸ ΖΒ ἴσον ἐστὶ τοῖς ἀπὸ ΖΕ, ΕΒ, ὧν μείζων τὸ ἀπὸ ΕΒ τοῦ ἀπὸ ΖΕ, τὸ ἄρα ἀπὸ ΖΒ ἑλάττον ἢ διπλάσιον τοῦ ἀπὸ ΒΕ· τὸ ἄρα ἀπὸ ΖΗ μείζων ἢ διπλάσιόν ἐστι τοῦ ὡς εἴρηται, συνισταμένων ἰσοσκελῶν. ἐδείχθη δέ, ὅτι ἀπὸ ΖΒ· λοιποῦ ἄρα τοῦ ἀπὸ ΒΗ ἑλάττον ἢ διπλάσιόν ἐστι τὸ ἀπὸ ΖΗ. καὶ ἐπεὶ ἡ ΕΒ ἡμισεία ἐστι τῆς ἐκ τοῦ κέντρου, τὸ ἄρα δις ὑπὸ ΑΒ, ΒΕ ἴσον ἐστὶ τῷ ἀπὸ ΒΑ. ἐπεὶ οὖν τὸ ἀπὸ ΖΑ ἴσον ἐστὶ τοῖς ἀπὸ ΑΒ, ΒΖ καὶ τῷ δις ὑπὸ ΑΒ, ΒΕ, ἀλλὰ τὸ δις ὑπὸ ΑΒ, ΒΕ ἴσον ἐστὶ τῷ ἀπὸ ΑΒ, τὸ ἄρα ἀπὸ ΖΑ ἴσον ἐστὶ τῷ τε δις ἀπὸ ΑΒ καὶ τῷ ἀπὸ ΒΖ· τὸ ἄρα ἀπὸ ΖΑ μείζων ἢ διπλάσιόν ἐστι τοῦ ἀπὸ ΑΒ. οὔδε ἑλάχιστον· οὔτε ἄρα πάντων μέγιστόν ἐστιν οὔτε ἑλάχιστον. μβ´ Ἄλλὰ δὴ ἔστω ἡ ὑπὸ ΑΒΔ ἐλάττων ἡμισείας ὀρθῆς, καὶ ἐμπεβλησθῶ ἡ ΑΒΕ, καὶ κείσθω ἡ ΒΕ ἴση τῇ ἡμισείᾳ τῆς ἐκ τοῦ κέντρου, καὶ ἐν τῷ ὀρθῷ