Ancient Greek
247.9
Serenus, De Sectione Cylindri 247.9
Unproofread scanNot analysed yet
πρὸς τὸν κύκλον ἐπιπέδῳ, ἐν ᾧ καὶ ἡ ΑΕ, τῇ ΑΕ ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἐδείχθη δὲ τὸ ἀπὸ ZH ἑλάττων ἢ διπλάσιον τοῦ ἀπὸ HB· τὸ ἄρα ἀπὸ ZH πρὸς τὸ ἀπὸ HB ἑλάττονα λόγον ἔχει ἢπερ τὸ ἀπὸ ZA πρὸς τὸ ἀπὸ AB· ὥστε καὶ ἡ ZH πρὸς HB ἑλάττονα λόγον ἔχει ἢπερ ἡ ZA πρὸς AB. ἐὰν οὖν πάλιν ἐν τῷ κύκλῳ τῇ ΓΔ πρὸς ὀρθὰς ἀχθῶσιν αἱ ZK, BΘ, ἐπίκευθῇ τε ἡ BK, ἡ BΘ πρὸς ZK ἑλάττονα λόγον ἔχει ἢπερ ἡ ZA πρὸς AB· τὸ ἄρα διὰ τοῦ ἄξονος ἰσόσκελές ἑλάττόν ἐστι τοῦ διὰ τῆς AZ. οὐκ ἄρα τὸ διὰ τοῦ ἄξονος ἰσόσκελές μέγιστόν ἐστι πάντων τῶν, ὡς εἴρηται, συνισταμένων ἰσοσκελῶν. ἐδείχθη δέ, ὅτι οὔδ’ ἐλάχιστον· οὔτε ἄρα μέγιστόν ἐστιν οὔτε ἐλάχιστον.