Ancient Greek
251.5
Serenus, De Sectione Cylindri 251.5
Unproofread scanNot analysed yet
εἰ δὲ ἡ ΖΗ μείζων ἐστὶ τῆς ἐκ τοῦ κέντρου, διήχθω ἡ ΖΞ ἴση τῇ ἐκ τοῦ κέντρου. ἐπεὶ οὖν ἡ ὑπὸ ΞΖΒ οὐ μείζων ἐστὶ τῆς ὑπὸ ΖΑΒ, ἐπιζευχθεῖσα ἄρα ἡ ΞΑ πρὸς ΑΒ μείζονα λόγον ἔξει ἢπερ ἡ ΞΖ 20 πρὸς ΖΒ. ὡς δὲ ἡ ΞΖ πρὸς ΖΒ, οὕτως ἡ ΒΜ πρὸς ΞΟ· ἡ ἄρα ΞΑ πρὸς ΑΒ μείζονα λόγον ἔχει ἢπερ ἡ ΜΒ πρὸς ΞΟ. τὸ ἄρα διὰ τῶν ΑΞ, ΞΟ ἰσόσκελὲς μείζον ἐστὶ τοῦ διὰ τοῦ ἄξονος ἰσοσκελοῦς· οὐχ ἄρα τὸ διὰ τοῦ ἄξονος ἰσόσκελὲς πάντων μέγιστόν ἐστι 25 τῶν εἰρημένων ἰσοσκελῶν. ἐδείχθη δέ, ὅτι οὐδὲ