Ancient Greek
253.1
Serenus, De Sectione Cylindri 253.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἐλάχιστον· οὔτε ἄρα μέγιστόν ἐστι πάντων οὔτε ἐλάχιστον. μδ´. Ἔστω δὴ ἡ AE κάθετος μὴ ἐλάττων τῆς ἐκ τοῦ κέντρου, ἡ δὲ ZB ἴση τῇ ἐκ τοῦ κέντρου, καὶ ἐπεζεύχθω ἡ AZ, καὶ διήχθω τυχοῦσα ἡ AΘ, καὶ συστήτω ἡ ὑπὸ BΘH μὴ μεῖζων οὖσα τῆς ὑπὸ ΘAB, καὶ ἐπεζεύχθω ἡ HA. ἔχει δὴ πάλιν διὰ τὰ δειχθέντα ἡ HΘ πρὸς ΘB ἐλάττονα λόγον ἢπερ ἡ HA πρὸς AB. καὶ ἐπεὶ ἡ ΘB ἐλάττων ἐστὶ τῆς ἐκ τοῦ κέντρου, μεῖζων δὲ ἡ ΘH τῆς ΘB, ἡ ΘH ἄρα ἤτοι ἴση ἐστὶ τῇ ἐκ τοῦ κέντρου ἢ ἐλάσσων ἢ μεῖζων.