Ancient Greek
253.5
Serenus, De Sectione Cylindri 253.5
Unproofread scanNot analysed yet
Ἔστω πρῶτον ἴση τῇ ἐκ τοῦ κέντρου, καὶ ἤχθωσαν ἐν τῷ κύκλῳ τῇ ΓΔ πρὸς ὀρθὰς αἱ HK, BA. ἐπεὶ οὖν ἡ HA πρὸς AB μεῖζονα λόγον ἔχει ἢπερ ἡ HΘ πρὸς ΘB, ὡς δὲ ἡ HΘ πρὸς ΘB, οὕτως ἡ BA πρὸς HK, ἡ ἄρα HA πρὸς AB μεῖζονα λόγον ἔχει ἢπερ ἡ BA πρὸς HK· μεῖζον ἄρα τὸ διὰ τῆς AH τρίγωνον ἰσόσκελες τοῦ διὰ τοῦ ἄξονος ἰσοσκελοῦς.