Ancient Greek
259.3
Serenus, De Sectione Cylindri 259.3
Unproofread scanNot analysed yet
ἐπεζεύχθωσαν αἱ ΓΑ, ΓΜ. ἐπεὶ οὖν ἡ ΑΛ 10 κάθετος ἐπὶ τὴν ΖΗ, ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΖΛΑ γωνία. πάλιν ἐπεὶ ἡ ΑΓ κάθετός ἐστιν ἐπὶ τὸ τῆς βάσεως ἐπίπεδον, ὀρθαὶ ἄρα αἱ ὑπὸ ΑΓΒ, ΑΓΛ, ΑΓΜ γωνίαι· ὥστε ἐπεὶ τὸ μὲν ἀπὸ τῆς ΑΒ τοῖς ἀπὸ ΒΑ, ΛΑ ἴσον, τὸ δὲ ἀπὸ ΛΑ τοῖς ἀπὸ ΑΓ, ΓΛ ἴσον, 15 τὸ ἄρα ἀπὸ τῆς ΑΒ τοῖς ἀπὸ ΒΑ, ΑΓ, ΓΛ ἴσον ἐστίν. ἐστὶ δὲ καὶ τοῖς ἀπὸ ΒΓ, ΓΛ ἴσον τὸ ἀπὸ τῆς ΒΑ· τὰ ἄρα ἀπὸ ΒΓ, ΓΛ τοῖς ἀπὸ ΒΑ, ΑΓ, ΓΛ ἴσα ἐστίν. κοινὸν ἀφῃρήθω τὸ ἀπὸ ΓΛ· λοιπὸν ἄρα τὸ ἀπὸ ΒΓ ἴσον ἐστὶ τοῖς ἀπὸ ΒΑ, ΑΓ· ὀρθὴ ἄρα