Ancient Greek
261.1
Serenus, De Sectione Cylindri 261.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. κοινού ἄρα προστεθέντος τοῦ ἀπὸ τῆς ΑΓ τὰ ἀπὸ τῶν ΖΓ, ΓΑ τῶν ἀπὸ τῶν ΗΓ, ΓΑ μειζονά ἐστι, τουνέστι τὸ ἀπὸ ΖΑ τοῦ ἀπὸ ΑΗ μειζόν ἐστι· μειζὼν ἄρα καὶ ἡ ΖΑ τῆς ΑΗ. ἐπεὶ οὖν αἱ μὲν ΖΒ, ΒΗ ἴσαι, κοινὴ δὲ ἡ ΒΑ, μειζὼν δὲ ἡ ΖΑ τῆς ΑΗ, ἡ μὲν ἄρα ὑπὸ ΖΒΑ γωνία ἀμβλεία ἐστιν, ἡ δὲ ὑπὸ ΑΒΗ ὀξεῖα· ἡ ἄρα ἀπὸ τοῦ Α κάθετος ἐπὶ τὴν ΖΗ ἐπὶ τὰ ΒΗ μέρη πίπτει. ὁμοίως δὲ δεῖξθήσεται καὶ ἐπὶ τῶν ἄλλων.