Ancient Greek
263.2
Serenus, De Sectione Cylindri 263.2
Unproofread scanNot analysed yet
δὲ ὁ AB, καὶ ἐπὶ τὸ τῆς βάσεως ἐπίπεδον κάθετος ἡ AG, καὶ διὰ τοῦ Γ καὶ τοῦ B κέντρον διήχθω ἡ ΓΔΒΕ εὐθεῖα, ἡ πρὸς ὀρθὰς ἡ ZBH· τῶν ἄρα διὰ τοῦ ἄξονος τριγώνων μέγιστον μὲν ἔσται, ὡς ἐδείχθη πολλάκις, οὗ βάσις μὲν ἡ ZH, ὕψος δὲ ἡ AB, ἐλάχιστον δέ, οὗ βάσις μὲν ἡ EΔ, ὕψος δὲ ἡ AG. ἔστω δή· τὸ δοθὲν τρίγωνον διὰ τοῦ ἄξονος, οὗ βάσις μὲν ἔστιν ἡ ΘK, ὕψος δὲ ἡ AA, καὶ δεῖν ἔστω ἑτέρου τριγώνου τῶν διὰ τοῦ ἄξονος εὑρεῖν, ὁ μετὰ τοῦ τριγώνου, οὗ βάσις μὲν ἡ ΘK, ὕψος δὲ ἡ AA, ἴσον ἔσται συναμφοτέρῳ τῷ μεγίστῳ καὶ τῷ ἐλαχίστῳ.