Ancient Greek
263.3
Serenus, De Sectione Cylindri 263.3
Unproofread scanNot analysed yet
ἐπεὶ ἡ AA κάθετός ἐστιν ἐπὶ τὴν ΘK βάσιν, τὸ ἄρα A σημεῖον ἐπὶ κύκλου περιφερείας ἐστίν, οὗ διάμετρος ἐστὶν ἡ BG, διὰ τὸ προδειχθέν. γεγράφθω δὲ ὁ BAG κύκλος, καὶ φ μείζων ἐστὶ συναμφοτέρος ἡ BA, AG τῆς AA, τούτῳ ἴση ἔστω ἡ M. ἐπεὶ οὖν τῶν ἀπὸ τοῦ A ἐπὶ τὴν BAG περιφέρειαν ἀγομένων εὐθειῶν μεγίστη μὲν ἡ AB, ἐλάχιστη δὲ ἡ AG, ἡ ἄρα AA ἐλάττων μὲν ἐστὶ τῆς AB, μείζων δὲ τῆς AG. ἀλλ’ ἡ AA μετὰ τῆς M ἴση ἐστὶ συναμφοτέρῳ τῇ BAG, ὧν ἡ AA ἐλάττων τῆς AB· ἡ ἄρα M τῆς AG μείζων ἐστί· καὶ τὸ ἀπὸ M ἄρα τοῦ ἀπὸ AG μεῖζόν ἐστιν. ἔστω τῷ ἀπὸ τῆς M ἴσα τὰ ἀπὸ τῶν AG, GN τῆς GN ἐναρμοσθείσης εἰς τὸν κύκλον, καὶ