Ancient Greek
299.1
Serenus, De Sectione Cylindri 299.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ΓΑ πρὸς τὴν EZ. ἔστω τῶν ΘΒ, ΑΗ μέση ἀνάλογον ἡ KH, καὶ ἐπεζεύχθωσαν αἱ ΚΓ, ΚΑ· ὡς ἄρα ἡ ΓΑ πρὸς τὴν EZ, οὕτως ἡ τε ΒΘ πρὸς τὴν KH καὶ ἡ KH πρὸς τὴν HA. ἐπεὶ οὖν, ὡς ἡ ΓΑ πρὸς τὴν EZ, οὕτως ἡ ΒΘ πρὸς τὴν KH, τὸ BEZ ἄρα τρίγωνον ἴσον ἐστὶ τῷ ΚΓΑ τριγώνῳ. καὶ ἐπεὶ, ὡς ἡ ΓΑ πρὸς τὴν EZ, οὕτως ἡ KH πρὸς HA, ὡς δὲ ἡ KH πρὸς τὴν HA, οὕτως τὸ ΚΓΑ τρίγωνον πρὸς τὸ ΑΓΔ, ὡς ἄρα ἡ ΓΑ πρὸς τὴν EZ, οὕτως τὸ ΚΓΑ τρίγωνον, τοὔτεστι τὸ BEZ τρίγωνον, πρὸς τὸ ΑΓΔ τρίγωνον· καὶ ὡς ἄρα τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ BEZ, οὕτως ἡ EZ βάσις πρὸς τὴν ΓΑ βάσιν. ἀντιπέπονθεν ἄρα τὰ ἐκκειμένα τρίγωνα ταῖς ἑαυτῶν βάσεσιν.