Ancient Greek
299.3
Serenus, De Sectione Cylindri 299.3
Unproofread scanNot analysed yet
νθ'. Ὅν κώνων ὀρθῶν ἀντιπέπονθε τὰ διὰ τῶν ἀξόνων τρίγωνα ταῖς ἑαυτῶν βάσεσιν, οὗτοι ἴσοι εἰσὶν ἀλλήλοις. Ἔστωσαν κῶνοι ὀρθοί, ὧν κορυφαὶ μὲν τὰ Α, Β σημεῖα, ἄξονες δὲ αἱ ΑΗ, ΒΘ εὐθεῖαι, τὰ δὲ διὰ τῶν ἀξόνων τρίγωνα τὰ ΑΓΔ, BEZ, καὶ ἔστω, ὡς ἡ ΓΑ πρὸς τὴν EZ, οὕτως τὸ EBZ τρίγωνον πρὸς τὸ ΑΓΔ. λέγω, ὅτι ἴσοι εἰσὶν ἀλλήλοις οἱ κῶνοι.