Ancient Greek
301.1
Serenus, De Sectione Cylindri 301.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. BEZ τρίγωνον πρὸς τὸ ΑΓΔ, ὡς δὲ τὸ BEZ πρὸς τὸ ΑΓΔ, οὕτως τὸ ΑΓΔ πρὸς τὸ KEZ, ὡς ἄρα ἡ ΓΔ πρὸς τὴν EZ, οὕτως τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ KEZ. ὥστε ἐπεὶ τὰ ΑΓΔ, KEZ τρίγωνα πρὸς ἀλλήλα ἐστὶν ὡς αἱ βάσεις, ὑπὸ τὸ αὐτὸ ἄρα ὕψος ἐστίν· ἴση ἄρα ἡ AH τῇ KΘ. καὶ ἐπεὶ ὁ H κύκλος πρὸς τὸν Θ κύκλον διπλασίονα λόγον ἔχει ἢπερ ἡ ΓΔ διάμετρος πρὸς τὴν EZ, ὡς δὲ ἡ ΓΔ διάμετρος πρὸς τὴν EZ, οὕτως τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ EKZ, ὁ ἄρα H κύκλος πρὸς τὸν Θ κύκλον διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΓΑΔ πρὸς τὸ EKZ. εἶχε δὲ καὶ τὸ EBZ πρὸς τὸ EKZ διπλασίονα λόγον ἢπερ τὸ ΓΑΔ πρὸς τὸ EKZ· ὡς ἄρα ὁ H κύκλος πρὸς τὸν Θ κύκλον, οὕτω τὸ EBZ τρίγωνον πρὸς τὸ EKZ, τούτεστιν ἡ BΘ εὐθεῖα πρὸς τὴν KΘ. καὶ ἐστὶν ἡ ΘK τῇ AH ἴση· ὡς ἄρα ὁ H κύκλος πρὸς τὸν Θ κύκλον, οὕτως ἡ BΘ εὐθεῖα πρὸς τὴν AH. καὶ εἰσὶν αἱ BΘ, AH ἄξονες τῶν κώνων καὶ ἀντικεῖνται ταῖς βάσεσι, τούτεστι τοῖς H, Θ κύκλοις· οἱ ἄρα A, B κῶνοι ἴσοι ἀλλήλοις εἰσίν.