Ancient Greek
303.1 to 303.4
Serenus, De Sectione Cylindri 303.1-4
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ξ' Ἐὰν δύο κώνων ὀρθῶν ἡ βάσις πρὸς τὴν βάσιν διπλασίονα λόγον ἔχῃ ἢπερ ὁ κώνος πρὸς τὸν κώνον, τὰ διὰ τῶν ἀξόνων τρίγωνα ἴσα ἀλλήλοις ἔσται. Ἔστωσαν κῶνοι ὀρθοί, ὧν κορυφαὶ μὲν τὰ A, B σημεία, βάσεις δὲ οἱ περὶ τὰ H, Θ κέντρα κύκλοι, τὰ δὲ διὰ τῶν ἀξόνων τρίγωνα τὰ AHΓΔ, BΘEZ, ἔχετω δὲ ὁ H κύκλος πρὸς τὸν Θ διπλασίονα λόγον ἢπερ ὁ AHΓΔ κώνος πρὸς τὸν BΘEZ. λέγω, ὅτι τὰ AHΓΔ, BΘEZ τρίγωνα ἴσα ἀλλήλοις ἐστί.