Ancient Greek
303.5
Serenus, De Sectione Cylindri 303.5
Unproofread scanNot analysed yet
Ἔστω, ὡς ὁ AHΓΔ κώνος πρὸς τὸν BΘEZ, οὕτως ὁ BΘEZ πρὸς τὸν KΘEZ. ἐπεὶ ὁ H κύκλος πρὸς τὸν Θ κύκλον διπλασίονα λόγον ἔχει ἢπερ ὁ AHΓΔ κώνος πρὸς τὸν BΘEZ κώνον, ἀλλὰ καὶ ὁ AHΓΔ κώνος πρὸς τὸν KΘEZ κώνον διπλασίονα λόγον ἔχει ἢπερ ὁ AHΓΔ κώνος πρὸς τὸν BΘEZ, ὡς ἄρα ὁ H κύκλος πρὸς τὸν Θ κύκλον, οὕτως ὁ AHΓΔ κώνος πρὸς τὸν KΘEZ κώνον. ὥστε ἐπεὶ οἱ AHΓΔ, KΘEZ κῶνοι πρὸς ἀλλήλους εἰσὶν ὡς αἱ βάσεις, ἴσους ἄρα εἰσὶ διὰ τὸ ἀντίστροφον τοῦ θεωρήματος τοῦ ιβ' τῶν Στοιχείων· ἴση ἄρα ἐστὶν ἡ AH τῇ KΘ. ἐπεὶ οὖν ὁ