Ancient Greek
313.3 to 315.6
Serenus, De Sectione Cylindri 313.3-315.6
Unproofread scanNot analysed yet
ξε’. Καὶ ἐὰν τὰ διὰ τοῦ ἄξονος τρίγωνα ἴσα ἀλλήλοις ἦ, ἀντιπεπόνθασιν οἱ κῶνοι τοῖς ἄξοσιν. ὑποκείσθω γὰρ τὸ ΑΓΔ τρίγωνον τῷ ΒΕΖ τριγώνῳ ἴσον εἶναι. λέγω, ὅτι, ὡς ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ, οὕτως ὁ ΒΘ ἄξων πρὸς τὸν ΑΗ. ἐπὶ γὰρ τῆς αὐτῆς καταγραφῆς καὶ κατασκευῆς, ἐπεὶ τὸ ΑΓΔ τρίγωνον τῷ ΒΕΖ ἴσον ἐστίν, ὡς ἄρα ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. πρὸς τὸν ΒΘΕΖ, οὕτως ὁ ΒΘΕΖ πρὸς τὸν ΚΘΕΖ, τούτεστιν οὕτως ἡ ΒΘ πρὸς ΘΚ. ἀλλ᾽ ἡ ΘΚ τῇ ΑΗ ἴση· ὡς ἄρα ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ, οὕτως ὁ ΒΘ ἄξων πρὸς τὸν ΑΗ· ὅπερ ἔδει δεῖξαι. ξζʹ. Τῶν ἀντιπεπονθότων ὀρθῶν κώνων ταῖς βάσεσι τὰ διὰ τῶν ἄξων τρίγωνα πρὸς ἀλλήλα τριπλασίονα λόγον ἔχει ἢπερ ἡ βάσις πρὸς τὴν βάσιν ἀντιπεπονθότως. καταγεγράφθωσαν οἱ κῶνοι, καὶ ἔστω, ὡς ὁ τὸ ΑΓΔ πρὸς τὸ ΚΕΖ, οὕτως τὸ ΒΕΖ πρὸς τὸ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ, οὕτως ἡ Θ βάσις πρὸς τὴν Η βάσιν. λέγω, ὅτι τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ ΒΕΖ τριπλασίονα λόγον ἔχει ἢπερ ἡ ΕΖ πρὸς τὴν ΓΔ. ΚΕΖ. ἐπειδὴ δὲ ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ ἰσοῦψὴ κῶνον διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΑΓΔ πρὸς τὸ ΚΕΖ, ὡς δὲ τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ ΚΕΖ, οὕτως τὸ ΒΕΖ πρὸς ΚΕΖ, ὁ ἄρα ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΒΕΖ τρίγωνον πρὸς τὸ ΚΕΖ, τούτεστιν ὁ ΒΘΕΖ