Ancient Greek
315.9
Serenus, De Sectione Cylindri 315.9
Unproofread scanNot analysed yet
κῶνος πρὸς τὸν ΚΘΕΖ· ὡς ἄρα ὁ ΑΗΓΔ κῶνος ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ΚΗΓΔ, ΒΘΕΖ κώνων τὰ διὰ τῶν ἄξονων τρίγωνα τὰ ΚΓΔ, ΒΕΖ ἴσα ἀλλήλοις ἐστίν, ἡ ἄρα Η βάσις τοῦ κώνου πρὸς τὴν Θ βάσιν διπλασίονα λόγον ἔχει ἢπερ ὁ ΚΗΓΔ κώνος πρὸς τὸν ΒΘΕΖ, ὡς ἐδείχθη ἐν τῷ πρὸ ἑνὸς θεωρήματι. ὡς δὲ ὁ ΚΗΓΔ κώνος πρὸς τὸν ΒΘΕΖ, οὕτως ὁ ΑΗΓΔ πρὸς τὸν ΚΗΓΔ καὶ ἡ ΑΗ εὐθεῖα πρὸς τὴν ΗΚ· ὁ ἄρα Η κύκλος πρὸς τὸν Θ κύκλον διπλασίονα λόγον ἔχει ἢπερ ἡ ΑΗ πρὸς τὴν ΗΚ. ἔχει δὲ ὁ Η κύκλος πρὸς τὸν Θ κύκλον διπλασίονα λόγον τοῦ ὃν ἔχει ἡ ΓΔ διάμετρος πρὸς τὴν ΕΖ· ὡς ἄρα ἡ ΓΔ πρὸς ΕΖ, οὕτως ἡ ΑΗ πρὸς ΗΚ. ἐπειδή δὲ τὸ ΚΓΔ τρίγωνον τῷ ΒΕΖ τριγώνῳ ἴσον ἐστί, κατ’ ἀντισπεκόνδησιν ἄρα, ὡς ἡ ΓΔ πρὸς ΕΖ, οὕτως ἡ ΒΘ πρὸς ΚΗ. ἐδείχθη δέ, ὡς ἡ ΓΔ πρὸς ΕΖ, οὕτως καὶ ἡ ΑΗ πρὸς ΚΗ· καὶ ὡς ἄρα ἡ ΒΘ πρὸς ΚΗ, οὕτως ἡ ΑΗ πρὸς ΚΗ. ἴση ἄρα ἐστὶν ἡ ΑΗ τῇ ΒΘ· ὅπερ ἔδει δεῖξαι.