Ancient Greek
37.4
Serenus, De Sectione Cylindri 37.4
Unproofread scanNot analysed yet
Ἔστω κύλινδρος, οὗ βάσεις μὲν οἱ περὶ τὰ A, B κέντρα κύκλοι, ἄξων δὲ ἡ AB εὐθεῖα, τὸ δὲ διὰ τοῦ ἄξονος παραλληλόγραμμον τὸ ΓΔ, καὶ τεμησάθω ὁ κύλινδρος ἑτέρῳ ἐπίπεδῳ τῷ διὰ τῶν E, Z, H, Θ παραλλήλῳ ὄντι τῷ ΓΔ παραλληλογράμμῳ καὶ ποιούντι τομὰς ἐν μὲν ταῖς βάσεσι τὰς EZ, HΘ εὐθείας, ἐν δὲ τῇ ἐπιφανείᾳ τοῦ κυλίνδρου τὰς EH, ZΘ γραμμὰς. λέγω, ὅτι τὸ EHZΘ σχῆμα παραλληλόγραμμόν ἐστιν ἰσογώνιον τῷ ΓΔ.