Ancient Greek
37.5
Serenus, De Sectione Cylindri 37.5
Unproofread scanNot analysed yet
ἤχθω ἀπὸ τοῦ B κέντρου ἐπὶ τὴν EZ εὐθεῖαν κάθετος ἡ BK, καὶ διὰ τῶν KB, BA διεκβεβλήσθω ἐπίπεδον, καὶ ἔστωσαν κοιναὶ τομαὶ αἱ AA, KA, καὶ ἐπεξεύχθωσαν αἱ BZ, AΘ. ἐπεὶ οὖν παράλληλος ὁ μὲν A κύκλος τῷ B, τὸ δὲ EΘ ἐπίπεδον τῷ ΓΔ ἐπιπέδῳ, καὶ τέμνεται ὑπὸ τοῦ ABKA ἐπιπέδου, παράλληλος ἄρα ἡ μὲν AA τῇ BK, ἡ δὲ KA τῇ BA· παραλληλόγραμμον ἄρα ἐστὶ τὸ KA· ἴση ἄρα ἡ μὲν KA τῇ BA, ἡ δὲ BK τῇ AA. καὶ ἐπεὶ ἡ μὲν BK