Ancient Greek
41.5
Serenus, De Sectione Cylindri 41.5
Unproofread scanNot analysed yet
τετμησθῶ δίχα ἡ ΑΔ κατὰ τὸ Η, καὶ ἐπεξεύχθωσαν αἱ ΗΒ, ΗΓ. ἐπεὶ οὖν τὸ ἀπὸ τῆς ΗΔ ἴσον ἐστὶ τῷ τε ἀπὸ τῆς ΗΕ καὶ τῷ ὑπὸ τῶν ΑΕ, ΕΔ, ὃ 15 ἐστὶ τὸ ἀπὸ τῆς ΒΕ, ἀλλὰ καὶ τὸ ἀπὸ τῆς ΒΗ ἴσον ἐστὶ τοῖς ἀπὸ ΗΕ, ΕΒ, ἴση ἄρα ἡ ΒΗ τῇ ΗΔ. ὁμοίως δὲ καὶ ἡ ΓΗ τῇ ΗΔ ἴση δείκνυται καὶ αἱ ἄλλαι· ἡμικύκλιον ἄρα τὸ ΑΒΔ.