Ancient Greek
41.6
Serenus, De Sectione Cylindri 41.6
Unproofread scanNot analysed yet
ε´. Ἐὰν κύλινδρος ἐπιπέδῳ τμηθῇ παραλλήλῳ ταῖς 20 βάσεσιν, ἡ τομὴ κύκλος ἔσται τὸ κέντρον ἔχον ἐπὶ τοῦ ἄξονος. Ἔστω κύλινδρος, οὗ βάσεις μὲν οἱ Α, Β κύκλοι, ἄξων δὲ ἡ ΑΒ εὐθεῖα, καὶ τετμησθῶ ὁ κύλινδρος 25 ἐπιπέδῳ παραλλήλῳ ταῖς βάσεσι ποιούντῃ ἐν τῇ ἐπιφανείᾳ τοῦ κυλίνδρου τὴν ΓΞΔ γραμμὴν. λέγω, ὅτι ἡ ΓΞΔ γραμμὴ κύκλου ἐστὶ περιφέρεια.