Ancient Greek
45.7
Serenus, De Sectione Cylindri 45.7
Unproofread scanNot analysed yet
καλεῖσθω δὲ ἡ τοιαύτη ἄγωγη τοῦ ἐπιπέδου ὑπεναντία. ἔστω σκαληνὸς κύλινδρος, οὗ τὸ διὰ τοῦ ἄξονος ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. AB· καὶ τὰ δι’ αὐτῶν ἄρα ἐπίπεδα. ἡ KZA ἄρα τομὴ παράλληλός ἐστι τῇ βάσει· κύκλος ἄρα ἐστὶν ἡ KZA τομή. διάμετρος δὲ τοῦ κύκλου ἡ KA καὶ τῇ KA πρὸς ὀρθὰς ἡ ZΘ· ἴσον ἄρα τὸ ὑπὸ τῶν KΘ, ΘA τῷ ἀπὸ τῆς ΘZ. ἀλλὰ τῷ ὑπὸ τῶν KΘ, ΘA τὸ ὑπὸ τῶν EΘ, ΘH ἴσον ἐστίν· ἴση γὰρ ἡ μὲν EΘ τῇ ΘK, ἡ δὲ HΘ τῇ ΘA διὰ τὸ τὰς πρὸς ταῖς EK, AH βάσει γωνίας ἴσας εἶναι· καὶ τῷ ὑπὸ τῶν EΘ, ΘH ἄρα τὸ ἀπὸ τῆς ZΘ ἴσον ἐστί. καὶ ἐστὶν ὀρθὴ ἡ ZΘ ἐπὶ τὴν EH. ὁμοίως δὲ καὶ ἄλλην ἀγάγης παράλληλον τῇ ZΘ ἐπὶ τὴν EH, ἴσον δυνήσεται τῷ ὑπὸ τῶν γενο-μένων τμημάτων τῆς EH· κύκλος ἄρα ἐστὶν ἡ EZH τομή, οὗ διάμετρος ἡ EΘH εὐθεῖα.