Ancient Greek
47.3 to 49.5
Serenus, De Sectione Cylindri 47.3-49.5
Unproofread scanNot analysed yet
Δοθέντος κυλίνδρου σημείου τινὸς ἐπὶ τῆς ἐπιφανείας ἀγαγεῖν διὰ τοῦ σημείου πλευρὰν τοῦ κυλίνδρου. ἔστω κύλινδρος, οὗ βάσεις μὲν οἱ A, B κύκλοι, ἄξων δὲ ἡ AB εὐθεῖα, τὸ δὲ δοθὲν σημεῖον ἐπὶ τῆς ἐπι-φανείας τὸ Γ, καὶ δέον ἔστω διὰ τοῦ Γ ἀγαγεῖν τοῦ κυλίνδρου πλευρὰν. ἡχθῶ ἀπὸ τοῦ Γ σημείου κάθετος ἐπὶ τὴν AB ἡ ΓA, καὶ διὰ τῶν AB, ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. ΓΔ εὐθεῖων ἐκβεβλησθῶ ἐπίπεδον τέμνον τὸν κύλινδρον· ἥξει ἄρα ἡ τομὴ διὰ τοῦ Γ καὶ ποιήσει εὐθεῖαν ὡς τὴν ΓΕ, ἥτις ἐστὶ πλευρὰ τοῦ κυλίνδρου. η' Ἐὰν ἐπὶ κυλίνδρου ἐπιφανείας δύο σημεῖα ληφθῇ μὴ ἐπὶ μιᾶς ὄντα πλευρᾶς τοῦ παραλληλογράμμου τοῦ διὰ τοῦ ἄξονος τοῦ κυλίνδρου, ἡ ἐπιξευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τῆς τοῦ κυλίνδρου ἐπιφανείας. ἔστω κύλινδρος, οὗ βάσεις εἰσὶν οἱ Α, Β κύκλοι, καὶ εἰλήφθω ἐπὶ τῆς ἐπιφανείας αὐτοῦ δύο σημεῖα τὰ Γ, Δ μὴ ὄντα ἐπὶ μιᾶς πλευρᾶς τοῦ παραλληλογράμμου τοῦ διὰ τοῦ ἄξονος τοῦ κυλίνδρου, καὶ ἐπεζευχθῶ ἡ ΓΔ εὐθεῖα. λέγω, ὅτι ἡ ΓΔ ἐντὸς πίπτει τῆς ἐπιφανείας.